file stringlengths 66 73 | text stringlengths 1 25.5k |
|---|---|
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml | ̔εξῆς δʼ Εὐνόστου λιμὴν μετὰ τὸ ἑπταστάδιον, καὶ ὑπὲρ τούτου ὁ ὀρυκτὸς ὃν καὶ Κιβωτὸν καλοῦσιν, ἔχων καὶ αὐτὸς νεώρια. ἐνδοτέρω δὲ τούτου διῶρυξ πλωτὴ μέχρι τῆς λίμνης τεταμένη τῆς Μαρεώτιδος· ἔξω μὲν οὖν τῆς διώρυγος μικρὸν ἔτι λείπεται τῆς πόλεως· εἶθʼ ἡ Νεκρόπολις τὸ προάστειον, ἐν ᾧ κῆποί τε πολλοὶ καὶ ταφαὶ καὶ κ... |
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml | πτολεμαῖος γὰρ ὁ Λάγου διεδέξατο Ἀλέξανδρον, ἐκεῖνον δὲ ὁ Φιλάδελφος, τοῦτον δὲ ὁ Εὐεργέτης, εἶθʼ ὁ Φιλοπάτωρ ὁ τῆς Ἀγαθοκλείας, εἶθʼ ὁ Ἐπιφανής, εἶθʼ ὁ Φιλομήτωρ, παῖς παρὰ πατρὸς ἀεὶ διαδεχόμενος· τοῦτον δʼ ἀδελφὸς διεδέξατο ὁ δεύτερος Εὐεργέτης ὃν καὶ Φύσκωνα προσαγορεύουσι, τοῦτον δʼ ὁ Λάθουρος ἐπικληθεὶς Πτολεμα... |
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml | ἐπαρχία δὲ νῦν ἐστι, φόρους μὲν τελοῦσα ἀξιολόγους, ὑπὸ σωφρόνων δὲ ἀνδρῶν διοικουμένη τῶν πεμπομένων ἐπάρχων ἀεί. ὁ μὲν οὖν πεμφθεὶς τὴν τοῦ βασιλέως ἔχει τάξιν, ὑπʼ αὐτῷ δʼ ἐστὶν ὁ δικαιοδότης ὁ τῶν πολλῶν κρίσεων κύριος· ἄλλος δʼ ἐστὶν ὁ προσαγορευόμενος ἰδιόλογος, ὃς τῶν ἀδεσπότων καὶ τῶν εἰς Καίσαρα πίπτειν ὀφειλό... |
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml | τοιαῦτα δʼ ἦν, εἰ μὴ χείρω, καὶ τὰ τῶν ὕστερον βασιλέων. Ῥωμαῖοι δʼ εἰς δύναμιν, ὡς εἰπεῖν, ἐπηνώρθωσαν τὰ πολλά, τὴν μὲν πόλιν διατάξαντες ὡς εἶπον, κατὰ δὲ τὴν χώραν ἐπιστρατήγους τινὰς καὶ νομάρχας καὶ ἐθνάρχας καλουμένους ἀποδείξαντες, πραγμάτων οὐ μεγάλων ἐπιστατεῖν ἠξιωμένους. τῆς δʼ εὐκαιρίας τῆς κατὰ τὴν πόλι... |
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml | Ἀπὸ μὲν οὖν Καταβαθμοῦ εἰς Παραιτόνιον εὐθυπλοοῦντι σταδίων ἐστὶν ἐνακοσίων ὁ δρόμος· πόλις δʼ ἐστὶ καὶ λιμὴν μέγας τετταράκοντά που σταδίων· καλοῦσι δʼ οἱ μὲν Παραιτόνιον τὴν πόλιν οἱ δʼ Ἀμμωνίαν. μεταξὺ δὲ ἥ τε Αἰγυπτίων κώμη καὶ ἡ Αἰνησίσφυρα ἄκρα, καὶ Τυνδάρειοι σκόπελοι, νησίδια τέτταρα ἔχοντα λιμένα· εἶθʼ ἑξῆς ἄ... |
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml | φύεται δʼ ἐν τοῖς Αἰγυπτιακοῖς ἕλεσι καὶ ταῖς λίμναις ἥ τε βύβλος καὶ ὁ Αἰγύπτιος κύαμος ἐξ οὗ τὸ κιβώριον, σχεδόν τι ἰσοΰψεις ῥάβδοι ὅσον δεκάποδες. ἀλλʼ ἡ μὲν βύβλος ψιλὴ ῥάβδος ἐστὶν ἐπʼ ἄκρῳ χαίτην ἔχουσα, ὁ δὲ κύαμος κατὰ πολλὰ μέρη φύλλα καὶ ἄνθη ἐκφέρει καὶ καρπὸν ὅμοιον τῷ παρʼ ἡμῖν κυάμῳ, μεγέθει μόνον καὶ γε... |
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml | Ἐν δεξιᾷ δὲ τῆς Κανωβικῆς πύλης ἐξιόντι ἡ διῶρυξ ἔστιν ἡ ἐπὶ Κάνωβον συνάπτουσα τῇ λίμνῃ· ταύτῃ δὲ καὶ ἐπὶ Σχεδίαν ὁ πλοῦς ἐπὶ τὸν μέγαν ποταμὸν καὶ ἐπὶ τὸν Κάνωβον, πρῶτον δὲ ἐπὶ τὴν Ἐλευσῖνα· ἔστι δʼ αὕτη κατοικία πλησίον τῆς τε Ἀλεξανδρείας καὶ τῆς Νικοπόλεως ἐπʼ αὐτῇ τῇ Κανωβικῇ διώρυγι κειμένη, διαίτας ἔχουσα καὶ... |
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml | Κάνωβος δʼ ἐστὶ πόλις ἐν εἴκοσι καὶ ἑκατὸν σταδίοις ἀπὸ Ἀλεξανδρείας πεζῇ ἰοῦσιν, ἐπώνυμος Κανώβου τοῦ Μενελάου κυβερνήτου ἀποθανόντος αὐτόθι, ἔχουσα τὸ τοῦ Σαράπιδος ἱερὸν πολλῇ ἁγιστείᾳ τιμώμενον καὶ θεραπείας ἐκφέρον, ὥστε καὶ τοὺς ἐλλογιμωτάτους ἄνδρας πιστεύειν καὶ ἐγκοιμᾶσθαι αὐτοὺς ὑπὲρ ἑαυτῶν ἢ ἑτέρους. συγγρ... |
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml | μετὰ δὲ τὸν Κάνωβον ἔστι τὸ Ἡράκλειον Ἡρακλέους ἔχον ἱερόν· εἶτα τὸ Κανωβικὸν στόμα καὶ ἡ ἀρχὴ τοῦ Δέλτα. τὰ δʼ ἐν δεξιᾷ τῆς Κανωβικῆς διώρυγος ὁ Μενελαΐτης ἐστὶ νομὸς ἀπὸ τοῦ ἀδελφοῦ τοῦ πρώτου Πτολεμαίου καλούμενος, οὐ μὰ Δία ἀπὸ τοῦ ἥρωος, ὡς ἔνιοί φασιν ὧν καὶ Ἀρτεμίδωρος. μετὰ δὲ τὸ Κανωβικὸν στόμα ἔστι τὸ Βολβιτ... |
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml | Ἐν δὲ τῇ μεσογείῳ τῇ ὑπὲρ τοῦ Σεβεννυτικοῦ καὶ Φατνιτικοῦ στόματος Ξόις ἐστὶ καὶ νῆσος καὶ πόλις ἐν τῷ Σεβεννυτικῷ νομῷ. ἔστι δὲ καὶ Ἑρμοῦ πόλις καὶ Λύκου πόλις καὶ Μένδης, ὅπου τὸν Πᾶνα τιμῶσι καὶ τῶν ζῴων τράγον· ὡς δὲ Πίνδαρός φησιν, οἱ τράγοι ἐνταῦθα γυναιξὶ μίγνυνταιpost μίγνυνται· Μένδητα παρὰ κρημνὸν θαλάσσης ἔ... |
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml | συνάπτει δὲ καὶ ὁ Ἀθριβίτης νομὸς καὶ Ἄθριβις πόλις καὶ ἔτι ὁ Προσωπίτης νομός, ἐν ᾧ Ἀφροδίτης πόλις. ὑπὲρ δὲ τὸ Μενδήσιον στόμα καὶ τὸ Τανιτικὸν λίμνη μεγάλη καὶ ὁ Μενδήσιός ἐστι νομὸς καὶ ὁ Λεοντοπολίτης καὶ πόλις Ἀφροδίτης καὶ ὁ Φαρβητίτης νομός· εἶτα τὸ Τανιτικὸν στόμα ὅ τινες Σαϊτικὸν λέγουσι, καὶ ὁ Τανίτης νομὸς... |
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml | μεταξὺ δὲ τοῦ Τανιτικοῦ καὶ τοῦ Πηλουσιακοῦ λίμναι καὶ ἕλη μεγάλα καὶ συνεχῆ κώμας πολλὰς ἔχοντα· καὶ αὐτὸ δὲ τὸ Πηλούσιον κύκλῳ περικείμενα ἔχει ἕλη, ἅ τινες βάραθρα καλοῦσι, καὶ τέλματα· ᾤκισται δʼ ἀπὸ θαλάττης ἐν πλείοσιν ἢ εἴκοσι σταδίοις, τὸν δὲ κύκλον ἔχει τοῦ τείχους σταδίων εἴκοσιν· ὠνόμασται δʼ ἀπὸ τοῦ πηλοῦ ... |
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml | Ἀπὸ δὲ Σχεδίας ἀναπλέουσιν ἐπὶ Μέμφιν ἐν δεξιᾷ μέν εἰσι πάμπολλαι κῶμαι μέχρι τῆς Μαρείας λίμνης, ὧν ἐστι καὶ ἡ Χαβρίου κώμη καλουμένη· ἐπὶ δὲ τῷ ποταμῷ Ἑρμοῦ πόλις ἐστίν· εἶτα Γυναικῶν πόλις καὶ νομὸς Γυναικοπολίτης· ἐφεξῆς δὲ Μώμεμφις καὶ Μωμεμφίτης νομός· μεταξὺ δὲ διώρυγες πλείους εἰς τὴν Μαρεῶτιν. οἱ δὲ Μωμεμφῖτα... |
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml | ̔υπὲρ δὲ Μωμέμφεώς εἰσι δύο νιτρίαι πλεῖστον νίτρον ἔχουσαι καὶ νομὸς Νιτριώτης. τιμᾶται δʼ ἐνταῦθα ὁ Σάραπις καὶ παρὰ μόνοις τούτοις θύεται ἐν Αἰγύπτῳ πρόβατον· πλησίον δὲ καὶ ἐνταῦθα πόλις Μενέλαος, ἐν ἀριστερᾷ δὲ ἐν τῷ Δέλτα ἐπὶ μὲν τῷ ποταμῷ Ναύκρατις, ἀπὸ δὲ τοῦ ποταμοῦ δίσχοινον διέχουσα ἡ Σάις καὶ μικρὸν ταύτης... |
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml | Ἀπὸ μὲν δὴ τῆς Ἀλεξανδρείας ἐπὶ τὴν τοῦ Δέλτα κορυφὴν αὕτη ἡ περιήγησις. φησὶ δʼ ὁ Ἀρτεμίδωρος σχοίνων ὀκτὼ καὶ εἴκοσι τὸν ἀνάπλουν, τοῦτο δʼ εἶναι σταδίους ὀκτακοσίους τετταράκοντα, λογιζόμενος τριακονταστάδιον τὴν σχοῖνον· ἡμῖν μέντοι πλέουσιν ἄλλοτʼ ἄλλῳ μέτρῳ χρώμενοι τῶν σχοίνων ἀπεδίδοσαν τὰ διαστήματα, ὥστε καὶ... |
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml | ἄλλη δʼ ἐστὶν ἐκδιδοῦσα εἰς τὴν Ἐρυθρὰν καὶ τὸν Ἀράβιον κόλπον κατὰ πόλιν Ἀρσινόην ἣν ἔνιοι Κλεοπατρίδα καλοῦσι. διαρρεῖ δὲ καὶ διὰ τῶν πικρῶν καλουμένων λιμνῶν, αἳ πρότερον μὲν ἦσαν πικραί, τμηθείσης δὲ τῆς διώρυγος τῆς λεχθείσης μετεβάλοντο τῇ κράσει τοῦ ποταμοῦ, καὶ νῦν εἰσιν εὔοψοι, μεσταὶ δὲ καὶ τῶν λιμναίων ὀρν... |
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml | πλησίον δὲ τῆς Ἀρσινόης καὶ ἡ τῶν Ἡρώων ἐστὶ πόλις καὶ ἡ Κλεοπατρὶς ἐν τῷ μυχῷ τοῦ Ἀραβίου κόλπου τῷ πρὸς Αἴγυπτον καὶ λιμένες καὶ κατοικίαι διώρυγές τε πλείους καὶ λίμναι πλησιάζουσαι τούτοις· ἐνταῦθα δʼ ἐστὶ καὶ ὁ Φαγρωριοπολίτης νομὸς καὶ πόλις Φαγρωριόπολις. ἡ δὲ ἀρχὴ τῆς διώρυγος τῆς ἐκδιδούσης εἰς τὴν Ἐρυθρὰν ἀπ... |
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml | αὐτοῦ δὲ καὶ ἡ Βούβαστος πόλις καὶ ὁ Βουβαστίτης νομὸς καὶ ὑπὲρ αὐτὸν ὁ Ἡλιοπολίτης νομός. ἐνταῦθα δʼ ἐστὶν ἡ τοῦ Ἡλίου πόλις ἐπὶ χώματος ἀξιολόγου κειμένη, τὸ ἱερὸν ἔχουσα τοῦ Ἡλίου καὶ τὸν βοῦν τὸν Μνεῦιν ἐν σηκῷ τινι τρεφόμενον, ὃς παρʼ αὐτοῖς νενόμισται θεός, ὥσπερ καὶ ἐν Μέμφει ὁ Ἆπις. πρόκεινται δὲ τοῦ χώματος λ... |
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml | τῆς δὲ κατασκευῆς τῶν ἱερῶν ἡ διάθεσις τοιαύτη· κατὰ τὴν εἰσβολὴν τὴν εἰς τὸ τέμενος λιθόστρωτόν ἐστιν ἔδαφος, πλάτος μὲν ὅσον πλεθριαῖον ἢ καὶ ἔλαττον, μῆκος δὲ καὶ τριπλάσιον καὶ τετραπλάσιον, ἔστιν ὅπου καὶ μεῖζον· καλεῖται δὲ τοῦτο δρόμος, καθάπερ Καλλίμαχος εἴρηκεν ὁ δρόμος ἱερὸς οὗτος Ἀνούβιδος. διὰ δὲ τοῦ μήκου... |
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml | Ἐν δὲ τῇ Ἡλίου πόλει καὶ οἴκους εἴδομεν μεγάλους ἐν οἷς διέτριβον οἱ ἱερεῖς· μάλιστα γὰρ δὴ ταύτην κατοικίαν ἱερέων γεγονέναι φασὶ τὸ παλαιὸν φιλοσόφων ἀνδρῶν καὶ ἀστρονομικῶν· ἐκλέλοιπε δὲ καὶ τοῦτο νυνὶ τὸ σύστημα καὶ ἡ ἄσκησις. ἐκεῖ μὲν οὖν οὐδεὶς ἡμῖν ἐδείκνυτο τῆς τοιαύτης ἀσκήσεως προεστώς, ἀλλʼ οἱ ἱεροποιοὶ μόν... |
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml | Ἐντεῦθεν δὴ ὁ Νεῖλός ἐστιν ὁ ὑπὲρ τοῦ Δέλτα· τούτου δὴ τὰ μὲν δεξιὰ καλοῦσι Λιβύην ἀναπλέοντι, ὥσπερ καὶ τὰ περὶ τὴν Ἀλεξάνδρειαν καὶ τὴν Μαρεῶτιν, τὰ δʼ ἐν ἀριστερᾷ Ἀραβίαν. ἡ μὲν οὖν Ἡλίου πόλις ἐν τῇ Ἀραβίᾳ ἐστίν, ἐν δὲ τῇ Λιβύῃ Κερκέσουρα πόλις κατὰ τὰς Εὐδόξου κειμένη σκοπάς· δείκνυται γὰρ σκοπή τις πρὸ τῆς Ἡλίου... |
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml | Ἐγγὺς δὲ καὶ ἡ Μέμφις αὐτὴ τὸ βασίλειον τῶν Αἰγυπτίων· ἔστι γὰρ ἀπὸ τοῦ Δέλτα τρίσχοινον εἰς αὐτήν· ἔχει δὲ ἱερά, τό τε τοῦ Ἄπιδος ὅς ἐστιν ὁ αὐτὸς καὶ Ὄσιρις, ὅπου ὁ βοῦς ὁ Ἆπις ἐν σηκῷ τινι τρέφεται, θεὸς ὡς ἔφην νομιζόμενος, διάλευκος τὸ μέτωπον καὶ ἄλλα τινὰ μικρὰ τοῦ σώματος, τἆλλα δὲ μέλας· οἷς σημείοις ἀεὶ κρίν... |
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml | ἔστι δὲ καὶ Σαράπειον ἐν ἀμμώδει τόπῳ σφόδρα ὥσθʼ ὑπʼ ἀνέμων θῖνας ἄμμων σωρεύεσθαι, ὑφʼ ὧν αἱ σφίγγες αἱ μὲν καὶ μέχρι κεφαλῆς ἑωρῶντο ὑφʼ ἡμῶν κατακεχωσμέναι αἱ δʼ ἡμιφανεῖς· ἐξ ὧν εἰκάζειν παρῆν τὸν κίνδυνον, εἰ τῷ βαδίζοντι πρὸς τὸ ἱερὸν λαῖλαψ ἐπιπέσοι. πόλις δʼ ἐστὶ μεγάλη τε καὶ εὔανδρος, δευτέρα μετὰ Ἀλεξάνδρε... |
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml | τετταράκοντα δʼ ἀπὸ τῆς πόλεως σταδίους προελθόντι ὀρεινή τις ὀφρύς ἐστιν, ἐφʼ ᾗ πολλαὶ μέν εἰσι πυραμίδες, τάφοι τῶν βασιλέων, τρεῖς δʼ ἀξιόλογοι· τὰς δὲ δύο τούτων καὶ ἐν τοῖς ἑπτὰ θεάμασι καταριθμοῦνται· εἰσὶ γὰρ σταδιαῖαι τὸ ὕψος, τετράγωνοι τῷ σχήματι, τῆς πλευρᾶς ἑκάστης μικρῷ μεῖζον τὸ ὕψος ἔχουσαι· μικρῷ δὲ κ... |
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml | ̔̀εν δέ τι τῶν ὁραθέντων ὑφʼ ἡμῶν ἐν ταῖς πυραμίσι παραδόξων οὐκ ἄξιον παραλιπεῖν. ἐκ γὰρ τῆς λατύπης σωροί τινες πρὸ τῶν πυραμίδων κεῖνται· ἐν τούτοις δʼ εὑρίσκεται ψήγματα καὶ τύπῳ καὶ μεγέθει φακοειδῆ· ἐνίοις δὲ καὶ ὡς ἂν πτίσμα οἷον ἡμιλεπίστων ὑποτρέχει· φασὶ δʼ ἀπολιθωθῆναι λείψανα τῆς τῶν ἐργαζομένων τροφῆς· ο... |
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml | μετὰ δὲ Μέμφιν Ἄκανθος πόλις ὁμοίως ἐν τῇ Λιβύῃ καὶ τὸ τοῦ Ὀσίριδος ἱερὸν καὶ τὸ τῆς ἀκάνθης ἄλσος τῆς Θηβαϊκῆς ἐξ ἧς τὸ κόμμι. εἶθʼ ὁ Ἀφροδιτοπολίτης νομὸς καὶ ἡ ὁμώνυμος πόλις ἐν τῇ Ἀραβίᾳ, ἐν ᾗ λευκὴ βοῦς ἱερὰ τρέφεται. εἶθʼ ὁ Ἡρακλεώτης νομὸς ἐν νήσῳ μεγάλῃ, καθʼ ἣν ἡ διῶρύξ ἐστιν ἐν δεξιᾷ εἰς τὴν Λιβύην ἐπὶ τὸν Ἀ... |
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml | εἴρηται δὲ περὶ τούτων διὰ πλειόνων ἐν τῷ πρώτῳ ὑπομνήματι τῆς γεωγραφίας, καὶ νῦν δʼ ἐπὶ τοσοῦτον ὑπομνηστέον τὸ τῆς φύσεως ἅμα καὶ τὸ τῆς προνοίας ἔργον εἰς ἓν συμφέροντας· τὸ μὲν τῆς φύσεως, ὅτι τῶν πάντων ὑφʼ ἓν συννευόντων τὸ τοῦ ὅλου μέσον καὶ σφαιρουμένων περὶ τοῦτο, τὸ μὲν πυκνότατον καὶ μεσαίτατόν ἐστιν ἡ γῆ,... |
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml | ̔η δʼ οὖν Μοίριδος λίμνη διὰ τὸ μέγεθος καὶ τὸ βάθος ἱκανή ἐστι κατὰ τὰς ἀναβάσεις τὴν πλημμυρίδα φέρειν καὶ μὴ ὑπερπολάζειν εἰς τὰ οἰκούμενα καὶ πεφυτευμένα, εἶτα ἐν τῇ ἀποβάσει τὸ πλεονάζον ἀποδοῦσα τῇ αὐτῇ διώρυγι κατὰ θάτερον τῶν στομάτων ἔχειν ὑπολειπόμενον τὸ χρήσιμον πρὸς τὰς ἐποχετείας καὶ αὐτὴ καὶ ἡ διῶρυξ. ... |
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml | παραπλεύσαντι δὲ ταῦτα ἐφʼ ἑκατὸν σταδίους πόλις ἐστὶν Ἀρσινόη· κροκοδείλων δὲ πόλις ἐκαλεῖτο πρότερον, σφόδρα γὰρ ἐν τῷ νομῷ τούτῳ τιμῶσι τὸν κροκόδειλον, καὶ ἔστιν ἱερὸς παρʼ αὐτοῖς ἐν λίμνῃ καθʼ αὑτὸν τρεφόμενος, χειροήθης τοῖς ἱερεῦσι· καλεῖται δὲ Σοῦχος· τρέφεται δὲ σιτίοις καὶ κρέασι καὶ οἴνῳ, προσφερόντων ἀεὶ τ... |
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml | μετὰ δὲ τὸν Ἀρσινοΐτην καὶ τὸν Ἡρακλεωτικὸν νομὸν Ἡρακλέους πόλις, ἐν ᾗ ὁ ἰχνεύμων τιμᾶται ὑπεναντίως τοῖς Ἀρσινοΐταις· οἱ μὲν γὰρ τοὺς κροκοδείλους τιμῶσι, καὶ διὰ τοῦτο ἥ τε διῶρυξ αὐτῶν ἐστι μεστὴ τῶν κροκοδείλων καὶ ἡ τοῦ Μοίριδος λίμνη· σέβονται γὰρ καὶ ἀπέχονται αὐτῶν· οἱ δὲ τοὺς ἰχνεύμονας τοὺς ὀλεθριωτάτους τ... |
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml | ̔εξῆς δʼ ἐστὶν ὁ Κυνοπολίτης νομὸς καὶ Κυνῶν πόλις, ἐν ᾗ ὁ Ἄνουβις τιμᾶται καὶ τοῖς κυσὶ τιμὴ καὶ σίτισις τέτακταί τις ἱερά. ἐν δὲ τῇ περαίᾳ Ὀξύρυγχος πόλις καὶ νομὸς ὁμώνυμος· τιμῶσι δὲ τὸν ὀξύρυγχον καὶ ἔστιν αὐτοῖς ἱερὸν ὀξυρύγχου, καίτοι καὶ τῶν ἄλλων Αἰγυπτίων κοινῇ τιμώντων τὸν ὀξύρυγχον. τινὰ μὲν γὰρ τῶν ζῴων ἅ... |
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml | ἑξῆς δʼ ἐστὶν Ἑρμοπολιτικὴ φυλακή, τελώνιόν τι τῶν ἐκ τῆς Θηβαΐδος καταφερομένων· ἐντεῦθεν ἀρχὴ τῶν ἑξηκοντασταδίων σχοίνων ἕως Συήνης καὶ Ἐλεφαντίνης· εἶτα ἡ Θηβαϊκὴ φυλακὴ καὶ διῶρυξ φέρουσα ἐπὶ Τάνιν· εἶτα Λύκων πόλις καὶ Ἀφροδίτης καὶ Πανῶν πόλις, λινουργῶν καὶ λιθουργῶν κατοικία παλαιά. |
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml | ἔπειτα Πτολεμαϊκὴ πόλις, μεγίστη τῶν ἐν τῇ Θηβαΐδι καὶ οὐκ ἐλάττων Μέμφεως, ἔχουσα καὶ σύστημα πολιτικὸν ἐν τῷ ἑλληνικῷ τρόπῳ. ὑπὲρ δὲ ταύτης ἡ Ἄβυδος, ἐν ᾗ τὸ Μεμνόνιον βασίλειον θαυμαστῶς κατεσκευασμένον ὁλόλιθον τῇ αὐτῇ κατασκευῇ ᾗπερ τὸν λαβύρινθον ἔφαμεν, οὐ πολλαπλοῦν δέ· καὶ κρήνη ἐν βάθει κειμένη ὥστε καταβαίν... |
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml | πολλὰ δʼ εἰρηκότες περὶ τοῦ Ἄμμωνος τοσοῦτον εἰπεῖν βουλόμεθα ὅτι τοῖς ἀρχαίοις μᾶλλον ἦν ἐν τιμῇ καὶ ἡ μαντικὴ καθόλου καὶ τὰ χρηστήρια, νυνὶ δʼ ὀλιγωρία κατέχει πολλή, τῶν Ῥωμαίων ἀρκουμένων τοῖς Σιβύλλης χρησμοῖς καὶ τοῖς Τυρρηνικοῖς θεοπροπίοις διά τε σπλάγχνων καὶ ὀρνιθείας καὶ διοσημιῶν. διόπερ καὶ τὸ ἐν Ἄμμωνι... |
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml | Ἐν δὲ τῇ Ἀβύδῳ τιμῶσι τὸν Ὄσιριν· ἐν δὲ τῷ ἱερῷ τοῦ Ὀσίριδος οὐκ ἔξεστιν οὔτε ᾠδὸν οὔτε αὐλητὴν οὔτε ψάλτην ἀπάρχεσθαι τῷ θεῷ, καθάπερ τοῖς ἄλλοις θεοῖς ἔθος. μετὰ δὲ τὴν Ἄβυδον Διὸς πόλις ἡ μικρά, εἶτα Τέντυρα πόλις· ἐνταῦθα δὲ διαφερόντως παρὰ τοὺς ἄλλους Αἰγυπτίους ὁ κροκόδειλος ἠτίμωται καὶ ἔχθιστος τῶν ἁπάντων θη... |
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml | Ἐντεῦθέν ἐστιν ἰσθμὸς εἰς τὴν Ἐρυθρὰν κατὰ πόλιν Βερενίκην, ἀλίμενον μὲν τῇ δʼ εὐκαιρίᾳ τοῦ ἰσθμοῦ καταγωγὰς ἐπιτηδείους ἔχουσαν. λέγεται δʼ ὁ Φιλάδελφος πρῶτος στρατοπέδῳ τεμεῖν τὴν ὁδὸν ταύτην ἄνυδρον οὖσαν, καὶ κατασκευάσαι σταθμούςpost σταθμούς· ὥσπερ τοῖς ἐμπορίοις ὁδεύμασι καὶ διὰ τῶν καμήλων, τοῦτο δὲ πρᾶξαι δι... |
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml | μετὰ δὲ τὴν Ἀπόλλωνος πόλιν αἱ Θῆβαι (καλεῖται δὲ νῦν Διὸς πόλις) αἵθʼ ἑκατόμπυλοί εἰσι, διηκόσιοι δʼ ἀνʼ ἑκάστην ἀνέρες ἐξοιχνεῦσι σὺν ἵπποισιν καὶ ὄχεσφιν. Ὅμηρος μὲν οὕτω· λέγει δὲ καὶ τὸν πλοῦτον οὐδʼ ὅσα Θήβας Αἰγυπτίας, ὅθι πλεῖστα δόμοις ἐνὶ κτήματα κεῖται. καὶ ἄλλοι δὲ τοιαῦτα λέγουσι, μητρόπολιν τιθέντες τῆς... |
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml | μετὰ δὲ Θήβας Ἑρμωνθὶς πόλις, ἐν ᾗ ὅ τε Ἀπόλλων τιμᾶται καὶ ὁ Ζεύς· τρέφεται δὲ καὶ ἐνταῦθα βοῦς· ἔπειτα Κροκοδείλων πόλις τιμῶσα τὸ θηρίον· εἶτα Ἀφροδίτης πόλις καὶ μετὰ ταῦτα Λατόπολις τιμῶσα Ἀθηνᾶν καὶ τὸν λάτον· εἶτα Εἰλειθυίας πόλις καὶ ἱερόν· ἐν δὲ τῇ περαίᾳ Ἱεράκων πόλις τὸν ἱέρακα τιμῶσα· εἶτʼ Ἀπόλλωνος πόλις ... |
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml | ̔η δὲ Συήνη καὶ ἡ Ἐλεφαντίνη ἡ μὲν ἐπὶ τῶν ὅρων τῆς Αἰθιοπίας καὶ τῆς Αἰγύπτου πόλις, ἡ δʼ ἐν τῷ Νείλῳ προκειμένη τῆς Συήνης νῆσος ἐν ἡμισταδίῳ καὶ ἐν ταύτῃ πόλις ἔχουσα ἱερὸν Κνούφιδος καὶ νειλομέτριον, καθάπερ Μέμφις. ἔστι δὲ τὸ νειλομέτριον συννόμῳ λίθῳ κατεσκευασμένον ἐπὶ τῇ ὄχθῃ τοῦ Νείλου φρέαρ, ἐν ᾧ τὰς ἀναβάσε... |
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml | μικρὸν δʼ ὑπὲρ τῆς Ἐλεφαντίνης ἐστὶν ὁ μικρὸς καταράκτης, ἐφʼ ᾧ καὶ θέαν τινὰ οἱ σκαφῖται τοῖς ἡγεμόσιν ἐπιδείκνυνται· ὁ μὲν γὰρ καταράκτης ἐστὶ κατὰ μέσον τὸν ποταμόν, πετρώδης τις ὀφρύς, ἐπίπεδος μὲν ἄνωθεν ὥστε δέχεσθαι τὸν ποταμόν, τελευτῶσα δʼ εἰς κρημνόν, καθʼ οὗ καταρρήγνυται τὸ ὕδωρ, ἑκατέρωθεν δὲ πρὸς τῇ γῇ ῥ... |
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml | ἤλθομεν δʼ εἰς Φιλὰς ἐκ Συήνης ἀπήνῃ διʼ ὁμαλοῦ σφόδρα πεδίου σταδίους ὁμοῦ τι ἑκατόν. παρʼ ὅλην δὲ τὴν ὁδὸν ἦν ἰδεῖν ἑκατέρωθεν πολλαχοῦ ὥσπερ ἑρμαῖα πέτρον ἠλίβατον στρογγύλον, λεῖον ἱκανῶς, ἐγγὺς σφαιροειδοῦς, τοῦ μέλανος καὶ σκληροῦ λίθου, ἐξ οὗ αἱ θυῗαι γίνονται, ἐπὶ πέτρῳ κείμενον μείζονι καὶ ἐπʼ ἐκείνῳ πάλιν ἄλ... |
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml | καθʼ ὅλην δὲ τὴν Αἴγυπτον τοῦ φοίνικος ἀγεννοῦς ὄντος καὶ ἐκφέροντος καρπὸν οὐκ εὔβρωτον ἐν τοῖς περὶ τὸ Δέλτα τόποις καὶ περὶ τὴν Ἀλεξάνδρειαν, ὁ ἐν τῇ Θηβαΐδι φοῖνιξ ἄριστος τῶν ἄλλων φύεται. θαυμάζειν οὖν ἄξιον πῶς ταὐτὸ κλίμα οἰκοῦντες τῇ Ἰουδαίᾳ καὶ ὅμοροι οἱ περὶ τὸ Δέλτα καὶ τὴν Ἀλεξάνδρειαν τοσοῦτον διαλλάττου... |
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml | πολλὰ δʼ Ἡρόδοτός τε καὶ ἄλλοι φλυαροῦσιν, ὥσπερ μέλος ἢ ῥυθμὸν ἢ ἥδυσμά τι τῷ λόγῳ τὴν τερατείαν προσφέροντες· οἷον καὶ τὸ φάσκειν περὶ τὰς νήσους τὰς πρὸς τῇ Συήνῃ καὶ τῇ Ἐλεφαντίνῃ (πλείους δʼ εἰσὶ) τὰς πηγὰς τοῦ Νείλου εἶναι, καὶ βάθος ἄβυσσον ἔχειν τὸν πόρον κατὰ τοῦτον τὸν τόπον. νήσους δʼ ὁ Νεῖλος κατεσπαρμένας... |
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml | ἦν μὲν οὖν ἡ Αἴγυπτος εἰρηνικὴ τὸ πλέον ἐξ ἀρχῆς διὰ τὸ αὔταρκες τῆς χώρας καὶ τὸ δυσείσβολον τοῖς ἔξωθεν, ἀπὸ μὲν τῶν ἄρκτων ἀλιμένῳ παραλίᾳ καὶ πελάγει τῷ Αἰγυπτίῳ φρουρουμένη, ἀπὸ δὲ τῆς ἕω καὶ τῆς ἑσπέρας ἐρήμοις ὄρεσι, τοῖς τε Λιβυκοῖς καὶ τοῖς Ἀραβίοις, ὥσπερ ἔφαμεν· λοιπὰ δὲ τὰ πρὸς νότον Τρωγλοδύται καὶ Βλέμμυ... |
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml | Ἐπειδὴ δὲ οἱ Αἰθίοπες καταφρονήσαντες τῷ μέρος τι τῆς ἐν Αἰγύπτῳ δυνάμεως ἀπεσπάσθαι μετὰ Γάλλου Αἰλίου πολεμοῦντος πρὸς τοὺς Ἄραβας, ἐπῆλθον τῇ Θηβαΐδι καὶ τῇ φρουρᾷ τῶν τριῶν σπειρῶν τῶν κατὰ Συήνην καὶ ἑλόντες ἔφθασαν τήν τε Συήνην καὶ τὴν Ἐλεφαντίνην καὶ Φιλὰς ἐξ ἐφόδου διὰ τὸ αἰφνίδιον καὶ ἐξηνδραποδίσαντο, ἀνέσπ... |
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml | πολλὰ δʼ εἴρηται περὶ τῶν Αἰθιοπικῶν ἐν τοῖς πρότερον, ὥστε συμπεριωδευμένα ἂν εἴη τῇ Αἰγύπτῳ καὶ τὰ τούτων. ὡς δʼ εἰπεῖν, τὰ ἄκρα τῆς οἰκουμένης τὰ παρακείμενα τῇ δυσκράτῳ καὶ ἀοικήτῳ διὰ καῦμα ἢ ψῦχος ἀνάγκη ἀποτεύγματα εἶναι τῆς εὐκράτου καὶ ἐλαττώματα· ταῦτα δʼ ἐκ τῶν βίων δῆλα καὶ τῆς πρὸς τὰς χρείας τὰς ἀνθρωπικ... |
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml | ζῶσί τʼ ἀπὸ κέγχρου καὶ κριθῆς, ἀφʼ ὧν καὶ ποτὸν ποιοῦσιν * αὐτοῖς ἔστιν· ἔλαιον δὲ βούτυρον καὶ στέαρ· οὐδʼ ἀκρόδρυα ἔχουσι πλὴν φοινίκων ὀλίγων ἐν κήποις βασιλικοῖς· ἔνιοι δὲ καὶ πόαν σιτοῦνται καὶ κλῶνας ἁπαλοὺς καὶ λωτὸν καὶ καλάμου ῥίζαν· κρέασι δὲ χρῶνται καὶ αἵματι καὶ γάλακτι καὶ τυρῷ. σέβονται δʼ ὡς θεοὺς τοὺ... |
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml | ̔υπέρκειται δὲ τῆς Μερόης ἡpost ἡ· τε Ψεβὼ λίμνη μεγάλη νῆσον ἔχουσα οἰκουμένην ἱκανῶς. συμβαίνει δὲ τοῦ Νείλου τὴν μὲν δυσμικὴν παραποταμίαν ἐχόντων τῶν Λιβύων, τὴν δὲ πέραν Αἰθιόπων, παρὰ μέρος αὐτῶν τὴν ἐπικράτειαν εἶναι τῶν νήσων καὶ τῆς ποταμίας, ἐξελαυνομένων τῶν ἑτέρων καὶ παραχωρούντων τοῖς κρείττοσι γενομένο... |
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml | τοῖς δʼ Αἰγυπτιακοῖς καὶ ταῦτα προσθετέον ὅσα ἰδιάζοντα, οἷον ὁ Αἰγύπτιος λεγόμενος κύαμος ἐξ οὗ τὸ κιβώριον, καὶ ἡ βύβλος· ἐνταῦθα γὰρ καὶ παρʼ Ἰνδοῖς μόνον· ἡ δὲ περσέα ἐνταῦθα μόνον καὶ παρʼ Αἰθίοψι, δένδρον μέγα, καρπὸν ἔχον γλυκὺν καὶ μέγαν, καὶ ἡ συκάμινος ἡ ἐκφέρουσα τὸν λεγόμενον καρπὸν συκόμορον· σύκῳ γὰρ ἔοι... |
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml | Ἀληθὲς δὲ καὶ τὸ Ἡροδότου καὶ ἔστιν Αἰγυπτιακὸν τὸ τὸν μὲν πηλὸν ταῖς χερσὶ φυρᾶν, τὸ δὲ στέαρ τὸ εἰς τὴν ἀρτοποιίαν τοῖς ποσί. καὶ οἱ * κάκεις δὲ ἴδιόν τι ἄρτου γένος, στατικὸν κοιλίας, καὶ τὸ κῖκι καρπός τις σπειρόμενος ἐν ἀρούραις, ἐξ οὗ ἔλαιον ἀποθλίβεται εἰς μὲν λύχνον τοῖς ἀπὸ τῆς χώρας σχεδόν τι πᾶσιν, εἰς ἄλει... |
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml | περὶ δὲ Λιβύης ἐφεξῆς λέγωμεν, ὅπερ λείπεται μέρος τῆς συμπάσης γεωγραφίας. εἴρηται μὲν οὖν καὶ πρότερον πολλὰ περὶ αὐτῆς, ἀλλὰ καὶ νῦν ὅσα καίρια προσυπομνηστέον, προστιθέντας καὶ τὰ μὴ λεχθέντα πρότερον. οἱ μὲν οὖν πρὸς τὰς ἠπείρους τὴν οἰκουμένην διελόντες ἀνίσως διεῖλον· ἐμφαίνει γὰρ τὸ τριχῆ τὸ εἰς τρία ἴσα· τοσο... |
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml | οἰκοῦσι δʼ ἐνταῦθα Μαυρούσιοι μὲν ὑπὸ τῶν Ἑλλήνων λεγόμενοι, Μαῦροι δʼ ὑπὸ τῶν Ῥωμαίων καὶ τῶν ἐπιχωρίων, Λιβυκὸν ἔθνος μέγα καὶ εὔδαιμον, ἀντίπορθμον τῇ Ἰβηρίᾳ. κατὰ τοῦτο δὲ καὶ ὁ κατὰ τὰς στήλας τὰς Ἡρακλείους πορθμός ἐστι, περὶ οὗ πολλὰ εἴρηται. ἔξω δὲ προελθόντι τοῦ κατὰ τὰς στήλας πορθμοῦ, τὴν Λιβύην ἐν ἀριστερᾷ... |
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml | πλεῖστα δὲ πλάσματα τῇ Λιβυκῇ παραλίᾳ τῇ ἐκτὸς προσεψεύσαντο οἱ συγγραφεῖς ἀρξάμενοι ἀπὸ τοῦ Ὀφέλα περίπλου, περὶ ὧν ἐμνήσθημέν που καὶ πρότερον, καὶ νῦν δὲ λέγομεν, συγγνώμην αἰτούμενοι τῆς τερατολογίας, ἐάν που βιασθῶμεν ἐκπεσεῖν εἴς τι τοιοῦτο, φεύγοντες τὸ πάντα σιγῇ παραπέμπειν καὶ τρόπον τινὰ πηροῦν τὴν ἱστορίαν... |
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml | τὸ μέντοι τὴν Μαυρουσίαν εὐδαίμονα εἶναι χώραν πλὴν ὀλίγης ἐρήμου, καὶ ποταμοῖς τε καὶ λίμναις κεχορηγῆσθαι παρὰ πάντων ὁμολογεῖται. μεγαλόδενδρός τε καὶ πολύδενδρος ὑπερβαλλόντως ἐστὶ καὶ πάμφορος· τὰς γοῦν μονοξύλους τραπέζας ποικιλωτάτας καὶ μεγίστας ἐκείνη τοῖς Ῥωμαίοις χορηγεῖ. τοὺς δὲ ποταμοὺς ἔχειν φασὶ καὶ κρ... |
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml | ̔υπὲρ ταύτης δʼ ἐστὶν ἐπὶ τῇ ἔξω θαλάττῃ ἡ τῶν ἑσπερίων καλουμένων Αἰθιόπων χώρα κακῶς οἰκουμένη τὸ πλέον. ἐνταῦθα δὲ καὶ καμηλοπαρδάλεις φησὶν * Ἰφικράτης γεννᾶσθαι καὶ ἐλέφαντας καὶ τοὺς καλουμένους ῥίζεις, οἳ ταυροειδεῖς μέν εἰσι τὴν μορφήν, κατὰ δὲ τὴν δίαιταν καὶ τὸ μέγεθος καὶ τὴν ἀλκὴν τὴν πρὸς μάχην ἐλέφασιν ... |
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml | εἰς δὲ τὴν ἐντὸς θάλατταν πλέουσιν ἀπὸ Λυγγὸς πόλις ἐστὶ Ζῆλις καὶ * Τίγα, εἶτα τῶν ἑπτὰ ἀδελφῶν μνήματα καὶ τὸ ὑπερκείμενον ὄρος ὄνομα Ἀβίλη πολύθηρον καὶ μεγαλόδενδρον. τοῦ δὲ κατὰ τὰς στήλας πορθμοῦ τὸ μὲν μῆκος λέγεται σταδίων ἑκατὸν εἴκοσι, τὸ δʼ ἐλάχιστον πλάτος κατὰ τὸν Ἐλέφαντα ἑξήκοντα. εἰσπλεύσαντι δʼ ἑξῆς π... |
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml | οὕτω δʼ εὐδαίμονα χώραν οἰκοῦντες τὴν πλείστην οἱ Μαυρούσιοι διατελοῦσιν ὅμως καὶ μέχρι δεῦρο τοῦ χρόνου νομαδικῶς ζῶντες οἱ πολλοί. καλλωπίζονται δʼ ὅμως κόμης ἐμπλοκῇ καὶ πώγωνι καὶ χρυσοφορίᾳ σμήξει τε ὀδόντων καὶ ὀνυχισμῷ· σπάνιόν τε ἂν ἴδοις ἁπτομένους ἀλλήλων ἐν τοῖς περιπάτοις τοῦ παραμένειν αὐτοῖς ἄθικτον τὸν... |
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml | Ἀρτεμίδωρος δʼ Ἐρατοσθένει μὲν ἀντιλέγει, διότι Λίξον τινά φησι πόλιν περὶ τὰ ἄκρα τῆς Μαυρουσίας τὰ ἑσπέρια ἀντὶ Λυγγός· Φοινικικὰς δὲ πόλεις κατεσπασμένας παμπόλλας τινάς, ὧν οὐδὲν ἰδεῖν ἔστιν ἴχνος· ἐν δὲ τοῖς ἑσπερίοις Αἰθίοψιpost Αἰθίοψι· τοὺς ἀέρας πλατεῖς φήσας ταῖς τε ὀρθριναῖς ὥραις καὶ ταῖς δειλιναῖς παχεῖς ... |
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml | μετὰ δὲ τὴν τῶν Μαυρουσίων γῆν ἡ τῶν Μασαισυλίων ἐστίν, ἀπὸ τοῦ Μολοχὰθ ποταμοῦ τὴν ἀρχὴν λαμβάνουσα, τελευτῶσα δὲ ἐπὶ τὴν ἄκραν, ἣ καλεῖται Τρητόν, ὅριον τῆς τε Μασαισύλων καὶ τῆς Μασυλιέων γῆς· στάδιοι δʼ εἰσὶν ἀπὸ τοῦ Μεταγωνίου μέχρι τοῦ Τρητοῦ ἑξακισχίλιοι· οἱ δʼ ἐλάττους φασίν. ἔχει δʼ ἡ παραλία πόλεις τε πλείου... |
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml | ποσειδώνιος δʼ οὐκ οἶδʼ εἰ ἀληθεύει φήσας ὀλίγοις καὶ μικροῖς διαρρεῖσθαι ποταμοῖς τὴν Λιβύην· αὐτοὺς γάρ, οὓς Ἀρτεμίδωρος εἴρηκε, τοὺς μεταξὺ τῆς Λυγγὸς καὶ Καρχηδόνος καὶ πολλοὺς εἴρηκε καὶ μεγάλους. ἐν δὲ τῇ μεσογαίᾳ ταῦτʼ ἀληθέστερον εἰπεῖν· εἴρηκε δὲ τούτου τὴν αἰτίαν αὐτός· μὴ γὰρ κατομβρεῖσθαι τοῖς ἀρκτικοῖς μέ... |
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml | ἔστι δέ που αὐτόθι καὶ ἀσφάλτου πηγὴ καὶ χαλκωρυχεῖα· καὶ σκορπίων δὲ καὶ πτηνῶν καὶ ἀπτέρων λέγεται πλῆθος, μεγέθει δὲ ἑπτασπονδύλων, ὁμοίως δὲ καὶ φαλάγγια καὶ μεγέθει καὶ πλήθει διαφέροντα· σαύρας δὲ διπήχεις φασίν. ἐν μὲν οὖν τῇ παρορείῳ λίθους εὑρίσκεσθαί φασι τοὺς λυχνίτας καὶ καρχηδονίους λεγομένους· ἐν δὲ το... |
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml | Ἐν δὲ τῇ παραλίᾳ ταύτῃ πόλις Ἰὼλ ὄνομα, ἣν ἐπικτίσας Ἰούβας ὁ τοῦ Πτολεμαίου πατὴρ μετωνόμασε Καισάρειαν, ἔχουσα καὶ λιμένα καὶ πρὸ τοῦ λιμένος νησίον. μεταξὺ δὲ τῆς Καισαρείας καὶ τοῦ Τρητοῦ μέγας ἐστὶ λιμήν, ὃν Σάλδαν καλοῦσι· τοῦτο δʼ ἐστὶν ὅριον τῆς ὑπὸ τῷ Ἰούβᾳ καὶ τῆς ὑπὸ τοῖς Ῥωμαίοις· πολυτρόπως γὰρ οἱ μερισμο... |
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml | μετὰ δʼ οὖν Τρητὸν ἡ Μασυλιέων ἐστὶ καὶ ἡ Καρχηδονίων παραπλησία χώρα. Κίρτα τέ ἐστιν ἐν μεσογαίᾳ, τὸ Μασανάσσου καὶ τῶν ἑξῆς διαδόχων βασίλειον, πόλις εὐερκεστάτη καὶ κατεσκευασμένη καλῶς τοῖς πᾶσι καὶ μάλιστα ὑπὸ Μικίψα, ὅστις καὶ Ἕλληνας συνῴκισεν ἐν αὐτῇ καὶ τοσαύτην ἐποίησεν ὥστʼ ἐκπέμπειν μυρίους ἱππέας, διπλασί... |
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml | καὶ Καρχηδὼν δὲ ἐπὶ χερρονήσου τινὸς ἵδρυται, περιγραφούσης κύκλον τριακοσίων ἑξήκοντα σταδίων ἔχοντα τεῖχος, οὗ τὸ ἑξηκονταστάδιον μῆκος αὐτὸς ὁ αὐχὴν ἐπέχει, καθῆκον ἀπὸ θαλάττης ἐπὶ θάλατταν, ὅπου τοῖς Καρχηδονίοις ἦσαν αἱ τῶν ἐλεφάντων στάσειςpost στάσεις· καὶ, τόπος εὐρυχωρής. κατὰ μέσην δὲ τὴν πόλιν ἡ ἀκρόπολις ... |
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml | κτίσμα δʼ ἐστὶ Διδοῦς ἀγαγούσης ἐκ Τύρου λαόν· οὕτω δʼ εὐτυχὴς ἡ ἀποικία τοῖς Φοίνιξιν ὑπῆρξε καὶ αὕτη καὶ ἡ μέχρι τῆς Ἰβηρίας τῆς τε ἄλλης καὶ τῆς ἔξω στηλῶν ὥστε τῆς Εὐρώπης ἔτι νῦν τὴν ἀρίστην νέμονται Φοίνικες κατὰ τὴν ἤπειρον καὶ τὰς προσεχεῖς νήσους, τήν τε Λιβύην κατεκτήσαντο πᾶσαν, ὅσον μὴ νομαδικῶς οἷόν τʼ ἦν... |
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml | διάπλους δʼ ἐστὶν ἐκ Καρχηδόνος ἑξήκοντα σταδίων εἰς τὴν προσεχῆ περαίαν, ὅθεν εἰς Νέφεριν ἀνάβασις σταδίων ἑκατὸν εἴκοσι, πόλιν ἐρυμνὴν ἐπὶ πέτρας ᾠκισμένην. ἐν αὐτῷ δὲ τῷ κόλπῳ ἐν ᾧπερ καὶ ἡ Καρχηδών, Τύνις ἐστὶ πόλις καὶ θερμὰ καὶ λατομίαι τινές· εἶθʼ ἡ Ἑρμαία ἄκρα τραχεῖα καὶ ἐπʼ αὐτῇ πόλις ὁμώνυμος· εἶτα Νεάπολις... |
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml | συνεχὴς δʼ ἐστὶν ἡ μικρὰ σύρτις, ἣν καὶ Λωτοφαγῖτιν σύρτιν λέγουσιν. ἔστι δʼ ὁ μὲν κύκλος τοῦ κόλπου τούτου σταδίων χιλίων ἑξακοσίων, τὸ δὲ πλάτος τοῦ στόματος ἑξακοσίων· καθʼ ἑκατέραν δὲ τὴν ἄκραν τὴν ποιοῦσαν τὸ στόμα προσεχεῖς εἰσι τῇ ἠπείρῳ νῆσοι, ἥ τε λεχθεῖσα Κέρκιννα καὶ ἡ Μῆνιγξ, πάρισοι τοῖς μεγέθεσι. τὴν δὲ ... |
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml | μετὰ δὲ τὴν σύρτιν Ζοῦχις ἔστι λίμνη σταδίων τετρακοσίων στενὸν ἔχουσα εἴσπλουν καὶ παρʼ αὐτὴν πόλις ὁμώνυμος πορφυροβαφεῖα ἔχουσα καὶ ταριχείας παντοδαπάς· εἶτʼ ἄλλη λίμνη πολὺ ἐλάττων· καὶ μετὰ ταύτην Ἀβρότονον πόλις καὶ ἄλλαι τινές, συνεχῶς δὲ Νεάπολις, ἣν καὶ Λέπτιν καλοῦσιν· ἐντεῦθεν δʼ ἐστὶ δίαρμα τὸ Λοκρῶν τῶν... |
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml | ̔υπέρκειται δὲ τῆς ἀπὸ Καρχηδόνος παραλίας μέχρι Κεφαλῶν καὶ μέχρι τῆς Μασαισυλίων ἡ τῶν Λιβοφοινίκων γῆ μέχρι τῆς τῶν Γαιτούλων ὀρεινῆς ἤδη Λιβυκῆς οὔσης. ἡ δʼ ὑπὲρ τῶν Γαιτούλων ἐστὶν ἡ τῶν Γαραμάντων γῆ παράλληλος ἐκείνῃ, ὅθεν οἱ καρχηδόνιοι κομίζονται λίθοι· τοὺς δὲ Γαράμαντας ἀπὸ τῶν Αἰθιόπωνκαὶ ante τῶν τῶν παρω... |
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml | ̔η δὲ μεγάλη σύρτις τὸν μὲν κύκλον ἔχει σταδίων τρισχιλίων ἐνακοσίων τριάκοντά που, τὴν δʼ ἐπὶ τὸν μυχὸν διάμετρον χιλίων πεντακοσίων, τοσοῦτον δέ που καὶ τὸ τοῦ στόματος πλάτος. ἡ χαλεπότης δὲ καὶ ταύτης τῆς σύρτεως καὶ τῆς μικρᾶς ὅτι πολλαχοῦ τεναγώδης ἐστὶν ὁ βυθὸς καὶ κατὰ τὰς ἀμπώτεις καὶ τὰς πλημμυρίδας συμβαίν... |
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml | ἔστι δὲ Θηραίων κτίσμα, Λακωνικῆς νήσου, ἣν καὶ Καλλίστην ὠνόμαζον τὸ παλαιόν, ὥς φησι καὶ Καλλίμαχος καλλίστη τὸ πάροιθε, τὸ δʼ ὕστερον οὔνομα Θήρη, μήτηρ εὐίππου πατρίδος ἡμετέρης. κεῖται δὲ τὸ τῶν Κυρηναίων ἐπίνειον κατὰ τὸ ἑσπέριον τῆς Κρήτης ἄκρον, τὸ τοῦ Κριοῦ μέτωπον, ἐν διάρματι διςχιλίων σταδίων· ὁ δὲ πλοῦς λ... |
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml | ὁμορεῖ δὲ τῇ Κυρηναίᾳ ἡ τὸ σίλφιον φέρουσα καὶ τὸν ὀπὸν τὸν Κυρηναῖον, ὃν ἐκφέρει τὸ σίλφιον ὀπισθέν· ἐγγὺς δʼ ἦλθε τοῦ ἐκλιπεῖν ἐπελθόντων τῶν βαρβάρων κατὰ ἔχθραν τινὰ καὶ φθειράντων τὰς ῥίζας τοῦ φυτοῦ· εἰσὶ δὲ νομάδες. ἄνδρες δʼ ἐγένοντο γνώριμοι Κυρηναῖοι Ἀρίστιππός τε ὁ Σωκρατικός, ὅστις καὶ τὴν Κυρηναϊκὴν κατεβ... |
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml | τὴν δʼ ὑπερκειμένην ἐν βάθει χώραν τῆς σύρτεως καὶ τῆς Κυρηναίας κατέχουσιν οἱ Λίβυες, παράλυπρον καὶ αὐχμηράν· πρῶτοι μὲν οἱ Νασαμῶνες, ἔπειτα Ψύλλοι καί τινες Γαίτουλοι, ἔπειτα Γαράμαντες· πρὸς ἕω δʼ ἔτι μᾶλλον οἱ Μαρμαρίδαι, προσχωροῦντες ἐπὶ πλέον τῇ Κυρηναίᾳ καὶ παρατείνοντες μέχρι Ἄμμωνος. τεταρταίους μὲν οὖν φα... |
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml | τὰ μὲν οὖν μέρη τῆς καθʼ ἡμᾶς οἰκουμένης οὕτω διάκειται· ἐπεὶ δʼ οἱ Ῥωμαῖοι τὴν ἀρίστην αὐτῆς καὶ γνωριμωτάτην κατέχουσιν, ἅπαντας ὑπερβεβλημένοι τοὺς πρότερον ἡγεμόνας ὧν μνήμην ἴσμεν, ἄξιονante διὰ· καὶ διὰ βραχέων καὶ τὰ τούτων εἰπεῖν. ὅτι μὲν οὖν ἐκ μιᾶς ὁρμηθέντες πόλεως τῆς Ῥώμης ἅπασαν τὴν Ἰταλίαν ἔσχον διὰ τὸ ... |
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml | αἱ δʼ ἐπαρχίαι διῄρηνται ἄλλοτε μὲν ἄλλως, ἐν δὲ τῷ παρόντι ὡς Καῖσαρ ὁ Σεβαστὸς διέταξεν. ἐπειδὴ γὰρ ἡ πατρὶς ἐπέτρεψεν αὐτῷ τὴν προστασίαν τῆς ἡγεμονίας, καὶ πολέμου καὶ εἰρήνης κατέστη κύριος διὰ βίου, δίχα διεῖλε πᾶσαν τὴν χώραν καὶ τὴν μὲν ἀπέδειξεν ἑαυτῷ τὴν δὲ τῷ δήμῳ, ἑαυτῷ μὲν ὅση στρατιωτικῆς φρουρᾶς ἔχει χρ... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.